Ο Όσιος Χαρίτων ο Ομολογητής καταγόταν από το Ικόνιο και έζησε στα χρόνια του αυτοκράτορα Αυρηλιανού (270 – 275 μ.Χ.). Ήταν γνωστός για το χριστιανικό του ήθος, γι αυτό και όταν εξεδώθηκε διάταγμα κατά των Χριστιανών, ήταν από τους πρώτους που συνέλαβε ο Έπαρχος της πόλης.
Υπεβλήθη σε φρικτά βασανιστήρια, αλλά ενώ ακόμη βρισκόταν στη φυλακή ο αυτοκράτορας Αυρηλιανός δολοφονήθηκε.
Ο Πρόβος που τον διαδέχθηκε στο θρόνο ακύρωσε το διάταγμα κι έτσι ο Χαρίτων αφέθηκε ελεύθερος. Αποφάσισε να καταφύγει στα Ιεροσόλυμα και να ζήσει ως αναχωρητής σε σπηλιές της περιοχής.
Η φήμη του διαδόθηκε πολύ γρήγορα και ήρθαν στο πλευρό του πολλοί μαθητευόμενοι. Έτσι έκτισε στη Φαρά μεγάλη Λαύρα. Ποθώντας όμως την ερημία, αναχώρησε και πάλι για τα ενδότερα της ερήμου, όπου στην περιοχή Σουκά, έκτισε νέα Λαύρα. Εκεί παρέδωσε την ψυχή του εν Κυρίω.
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χαρίτων τοῦ Πνεύματος, καταυγασθεῖς ταὶς αὐγαίς, φωστὴρ ἐχρημάτισας, τῆς ἐναρέτου ζωῆς, Χαρίτων μακάριε, σὺ γὰρ ὁμολογία, ἀληθείας ἐμπρέψας, ἔλαμψας ἐν ἐρήμῳ, ἐγκράτειας τοὶς πόνοις. Διὸ τῶν εὐφημούντων σέ, Πάτερ μνημόνευε.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Χαρίτων Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Κατατρυφήσας θεόφρον τῆς ἐγκρατείας, καὶ τῆς σαρκός σου τὰς ὀρέξεις χαλινώσας, ὤφθης τῇ πίστει αὐξανόμενος· καὶ ὡς ζωῆς ἐν μέσῳ, ξύλον Ἐδὲμ ἐξήνθησας, Χαρίτων παμμάκαρ ἱερώτατε.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἀθλήσεως πόνοις δοκιμασθείς, τῆς ἀσκήσεως ἄθλοις βεβαιωθείς, χρυσίου λαμπρότερον, εὐσεβείᾳ ἀπήστραψας, καὶ καθαρὸν δοχεῖον ὑπάρξας τοῦ Πνεύματος, πονηρῶν πνευμάτων τὸ σκότος ἐμείωσας· ὅθεν συναθροίσας, μοναζόντων ἀγέλας, ποιμὴν τούτων γέγονας, καὶ φωστὴρ διαυγέστατος· Ὦ Χαρίτων μακάριε, πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ἕτερον Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ’ εἰκόνα Θεοῦ, Χαρίτων μακάριε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χαρίτας ἰαμάτων, ἀπαστράπτουσα πίστει· διὸ καὶ ἑορτάζομεν, πόθῳ τὴν μνήμην σου.
Ὁ Οἶκος
Τοῦτον τὸν μέγαν ἐν τοῖς Ὁσίοις, τὸν φωστῆρα τὸν θεῖον Ἰκονίου πιστοί, Χαρίτωνα τὸν μακάριον, ἐν ὑμνῳδίαις ἀνευφημήσωμεν, καὶ ἐν ᾄσμασι θείοις, αὐτοῦ τὴν κάραν στέψωμεν· τὴν γὰρ ὀφρὺν τῶν ματαίων εἰδώλων ἠδάφισε, σὺν τούτοις καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν πᾶσαν ἐνέκρωσε· διὸ τοὺς πόνους μὲν ἤνεγκε, τῶν βραβείων δὲ ἔτυχεν ἀληθῶς· Αὐτὸν οὖν ἐπαινοῦντες γεραίρομεν, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον.