Όσιος Ιγνάτιος ο Σιναΐτης εκ Ρεθύμνης. 29 Ιανουαρίου ε.ε.

Ο Όσιος και Θεοφόρος Ιγνάτιος καταγόταν από την πόλη του Ρεθύμνου της Κρήτης και ασκήτεψε στο όρος Σινά.

Τηρώντας τους όρους της μοναστικής πολιτείας, παρθενία, υπακοή και ακτημοσύνη, έφθασε σε ύψη πνευματικής τελειότητας και καθοδήγησε πνευματικά πολλούς ασκητές.

Ο Όσιος Ιγνάτιος αξιώθηκε να βρει το άφθαρτο και μυροβλύζον λείψανο του υποτακτικού του Νικάνδρου, το οποίο αφού εναγκαλίσθηκε και ασπάσθηκε, ευχαρίστησε τον Θεό που τον πληροφόρησε για την δικαίωση του αγώνος του πνευματικού του τέκνου.

Ο Όσιος Ιγνάτιος κοιμήθηκε με ειρήνη.

Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐκ Ῥεθύμνης ὡς ἄστρον τὸν ἀνατείλαντα, πνευματοφόρον πατέρα, τῆς ἀρετῆς ἐραστήν, ἀκτησίας καὶ εὐχῆς φωστῆρα μέλψωμεν, ὅτι ἐφώτισεν αὐγαῖς, ἀπαθείας Ἀσκητάς, Σιναίου βοῶντες· ζόφον, τῆς ἁμαρτιας εὐχαῖς σου, ἡμῶν ἐκδίωξον Ἰγνάτιε.

Κοντάκιον
Ἦχος δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐγκρατῆ πνευματοφόρον καὶ ἀκτήμονα, Σιναίου ὄρους ἀσκητὴν ἐγκωμιάσωμεν, ἐκ Ῥεθύμνης τὸν βλαστήσαντα νησου Κρήτης, ὡς ἀζύγων ποδηγέτην ἀπλανέστατον, πρὸς χαρὰν τὴν ἐν τῷ πόλῳ ἀτελεύτητον, ἀνακράζοντες· Χαίροις μάκαρ Ἰγνάτιε.

Κάθισμα
Ἦχος γ΄. Θείας πίστεως.
Ὥσπερ Ἄγγελος, ἐν τῷ Σιναίῳ, Κρήτης βλάστημα, σεπτὸν βιώσας, τὰ σκιρτήματα σαρκὸς κατεπράϋνας, καὶ τῶν δαιμόνων δεινὰ μηχανήματα, τῇ τῶν ἀγώνων καθεῖλες ἐνστάσει σου, ὅθεν στέφει σε, ἀφθάρτῳ Χριστὸς κατέστεψε, σεπτὲ Ἱερομόναχε Ἰγνάτιε.

Ὁ Οἶκος
Ἄστρον ἀκτημοσύνης, προσευχῆς καὶ νηστείας, Ἰγνάτιε τῷ κόσμῳ ἐπώφθης, καὶ κατηύγασας τῶν ἀρετῶν, ταῖς βολαῖς τὸ ὄρος τοῦ Σινᾶ Ὅσιε, καὶ πάντας εὐσεβόφρονας, τοὺς πίστει σοι βοῶντας ταῦτα·
Χαῖρε, τῆς Κρήτης εὐῶδες ἴον·
χαῖρε, τῆς δόξης τὸ ἐκμαγεῖον.
Χαῖρε, τῶν ἀζύγων Σιναίου ὡράϊσμα·
χαῖρε, τῶν Ὁσίων ἀπάντων ἀγλάϊσμα.
Χαῖρε, ὄρθρος φαεινότατος, ἀσιγήτου προσευχῆς·
χαῖρε, στῦλος ἀκλινέστατος, ἐναρέτου βιοτῆς.
Χαῖρε, ὅτι ἐδείχθης, ἀσκητὴς θεοφόρος·
χαῖρε, ὅτι ὡράθης, ταπεινώσεως φάρος.
Χαῖρε, Χριστοῦ ἀγάπης τὸ ἔσοπτρον·
χαῖρε, ἐχθροῦ ἀπάτης τὸ θέριστον.
Χαῖρε, Σιναίου Πατέρων λαμπρότης·
χαῖρε, ὡραίου ἀγῶνος ἀκρότης.
Χαίροις, μάκαρ Ἰγνάτιε.

Μεγαλυνάριον
Χαίροις τῆς Ῥεθύμνης τερπνὸς βλαστός· χαίροις τοῦ τοῦ Σιναίου, τῶν ἀζύγων ὁ φρυκτωρός· χαίροις ἀκτησίας, καὶ νήψεως λυχνία, Ἰγνάτιε φωσφόρε, πίστεως ἔρεισμα.

Ἕτερον Μεγαλυνάριον
Χαίροις ὦ Ἰγνάτιε θαυμαστέ, τῶν ἐν τῷ Σιναίῳ, μοναζόντων κλέος λαμπρόν· χαίροις τῆς Ῥεθύμνης, ὁ θεοφόρος γόνος, καὶ ἀληθὴς προστάτης, τῶν προστρεχόντων σοι.

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

εισάγετε το σχόλιό σας!
παρακαλώ εισάγετε το όνομά σας εδώ