Άγιοι Μανουήλ, Σαβέλ και Ισμαήλ. 17 Ιουνίου ε.ε.

Και οι τρεις ήταν αδέλφια από την Περσία (ο πατέρας τους ήταν πυρολάτρης, ενώ η μητέρα τους χριστιανή και τους μετέδωσε τη χριστιανική αγωγή, ενώ τη χριστιανική μόρφωση κάποιος ευλαβής Ιερέας ονόματι Εύνικος) και είχαν έλθει στην Κωνσταντινούπολη για κάποια αποστολή.

Κατά το διάστημα της εκεί παραμονής τους, συνέβη να δουν στη Χαλκηδόνα τον αυτοκράτορα Ιουλιανό, που θυσίαζε στα είδωλα εν μέσω πομπής. Το θέαμα αυτό τους λύπησε πολύ και εξέφρασαν τη δυσαρέσκεια τους για το κράτος, που ο ηγέτης του γινόταν ένοχος τέτοιας ασέβειας.

Κάποιοι καταδότες όμως, που τους άκουσαν, τους κατάγγειλαν στον Ιουλιανό. Αυτός διέταξε αμέσως οι τρεις Πέρσες ν’ αρνηθούν το Χριστό. Αλλά και αυτοί με τη σειρά τους αποκρίθηκαν, ότι τους εαυτούς τους προ πολλού είχαν αρνηθεί, και στον Ιησού που είχαν παραδομένη την ψυχή τους, είναι έτοιμοι να χύσουν γι’ Αυτόν το αίμα τους.

Τότε άρχισε ο βασανισμός τους.

Διαπέρασαν τους αστραγάλους τους με μυτερό αντικείμενο, και έκαψαν τις μασχάλες τους με αναμμένες λαμπάδες. Κατόπιν τους αποκεφάλισαν.

Αλλά η θεία δίκη δεν άργησε να έλθει. Όταν μετά από λίγο ο Ιουλιανός εξεστράτευσε κατά των Περσών, σε κάποια μάχη, πληρώνοντας για τις αμαρτίες του, έπεσε νεκρός στο άνθος της ηλικίας του.

Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ὡς ἐννεάριθμον, τοῦ Λόγου σύνταγμα, ἐχθρῶν τᾶς φάλαγγας, κατετροπώσαντο, Ἴσαυρος Φήλιξ σὺν αὐτοίς, Ἐρμείας καὶ Περεγρίνος, ἅμα Ἰννοκέντιος, Μανουὴλ καὶ Βασίλειος, Ἰσμαὴλ ὁ ἔνδοξος, καὶ Σαβὲλ ὁ μακάριος’ διὸ καὶ τὰ βραβεῖα τῆς νίκης, εὗρον ὡς Μάρτυρες Κυρίου.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ´. Ταχύ προκατάλαβε
Οἱ Μάρτυρες σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ΄.
Οἱ τῆς εὐσεβείας ὑπέρμαχοι, καὶ τῆς ἀσεβείας ἀντίπαλοι, Μανουὴλ θεόπνευστε, καὶ Ἰσμαὴλ θαυμάσιε, καὶ Σαβὲλ ἀξιάγαστε, παῤῥησίᾳ τὸν Χριστὸν, Υἱὸν Υεοῦ κηρύξαντες, τὸ αἷμα ὑμῶν ὑπὲρ Αὐτοῦ ἐξεχέατε· ὅν δυσωποῦντες μὴ παύσητε, τοῦ σωθῆναι υὰς ψυχάς ἡμῶν.

Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τῇ πίστει Χριστοῦ, τρωθέντες παμμακάριστοι, καὶ τούτου πιστῶς, πιόντες τὸ ποτήριον, τὰ Περσῶν σεβάσματα, καὶ τὸ θράσος εἰς γῆν κατεβάλετε, τῆς Τριάδος ἰσάριθμοι, πρεσβείας ποιοῦντες, ὑπὲρ πάντων ἡμῶν.

Ἕτερον Κοντάκιον
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Οἱ τρεῖς θεῖοι Μάρτυρες οἱ ἐκ Περσίδος, τὸν Σταυρὸν ἀράμενοι, οὐκ ἐδειλίασαν ποινὰς, ἀλλ’ ἐν σταδίῳ ἐκήρυξαν, τὸν ἐν Μονάδι Θεὸν Τρισυπόστατον.

Ἕτερον Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοῦ Ἁγίου Μανουήλ
Τῶν τοῦ τυράννου ἀπειλῶν καὶ ὑποσχέσεων, καταφρονήσας ἀνδρικῶς στύλε ἀκλόνητε, σὺν ὁμαίμοσιν ἐνήθλησας μεγαλόφρον· ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, Μανουήλ με ἐκ κινδύνων ἐλευθέρωσον· ἵνα κράζω σοι, χαίροις Μάρτυς πανθαύμαστε.

Κάθισμα
Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως.
Τοὺς πολυτρόπους αἰκισμοὺς ἐνεγκότες, ἐν ἀπτοήτῷ λογισμῷ Ἀθλοφόροι, ὑπὲρ ἥλίου λάμπετε φαιδρότητα· ὅθεν τὴν φαιδρὰ ὑμῶν, ἑορτάζομεν μνήμην, πίστει ἱκετεύοντες, ταῖς ὑμῶν μεσιτείαις, ἁμαρτημάτων ἄφεσιν λαβεῖν, καὶ ἀγαθῶν αἰωνίων ἀπόλαυσιν.

Ὁ Οἶκος
Τοῦ Ἁγίου Μανουήλ
Τίς σου τῶν ἐπιγείων Μανουὴλ ἐξισχύσειεν ἐιπεῖν τοὺς Μαρτυρικοὺς ἄθλους, καὶ τῆς ὑπὲρ Χριστοῦ πάλης τὴν ἄμετρο ἔνστασίν τε καὶ καρτερίαν, ἥν ἐπὶ γῆς ὡς ἄσαρκος ἐπεδείξω; Ἀλλ’ ὅμως ἴδε οὕτω σοὶ κράζω· χαίροις Θεοῦ στρατιώτα γενναῖε, χαίροις Χριστοῦ Μάρτυς ὡραῖε· χαίροις ἀστὴρ τοῦ νοητοῦ Ἡλίου παμφαίδιμε· χαίροις καρπὲ τοῦ Ἁγίου Πνεύματος ὥριμε, χαίροις Περσίδος ἀθάνατον βλάστημα· χαίροις Θράκης ἀκλόνητον ἔρεισμα· χαίροις τερπνὸν θῦμα τοῦ παντάνακτος Θεοῦ· χαίροις ὁ τὴν πλάνην διελέγξας τοῦ Ἰουλιανοῦ· χαίροις ὁ πῦρ ἥλους καλάμους βέλη καὶ ξίφος εἰς οὐδὲν λογισάμενος· χαίροις οὗ τῇ ἀθλητικῇ ἐνστάσει Σατὰν ὁ δόλιος ὑπῆρξε παιζόμενος· χαίροις τῶν ἑορταζόντων τὴν μνήμην σου ὁ προστάτης· χαίροις δι’ οὗ ἡττήθη ὁ τύραννος παραβάτης· Χαίροις Μάρτυς πανθαύμαστε.

Ἕτερον Ὁ Οἶκος
Εὐφημήσωμεν φιλέορτοι τοὺς Μεγαλομάρτυρας τρεῖς αὐταδέλφους· Μανουὴλ, Σαβὲλ, καὶ Ἰσμαὴλ, τοὺς ἐκ Περσίδος ὡς ἀστέρας φαεινοὺς ἐκλάμψαντας λέγοντες· χαίρετε οἱ τὰ σώματα παντοίοις αἰκισμοῖς παραδόντες, καὶ τὴν ἄληκτον καὶ ἀγήρῳ ζωὴν τῆς φθαρτῆς προτιμήσαντες· χαίρετε οἱ τὰ στίγματα τοῦ Κυρίου ἐν τοῖς σώμασιν ὑμῶν φέροντες, καὶ διὰ Χριστὸν τοὺς ἀστραγάλους ἥλοις παρέντες· χαίρετε οἱ τὸν διὰ ξίφους θάνατον ἐτοίμως δεξάμενοι, καὶ τῶν γηΐνων τὰ οὐράνια ἀνταλλάξασθαι βουληθέντες· καὶ νῦν ἐν οὐρανοῖς σὺν Ἀγγέλοις ἀγαλλόμενοι, ἀπαύστως ὑμνεῖτε, τὸν ἐν Μονάδι Θεὸν Τρισυπόστατον.

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

εισάγετε το σχόλιό σας!
παρακαλώ εισάγετε το όνομά σας εδώ