Ἀδελφοί, Θεοῦ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ᾿Ιησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
Απόδοση:
Αδελφοί, ἐμεῖς εἴμαστε συνεργάτες στὴν ὑπηρεσία τοῦ Θεοῦ κι ἐσεῖς τὸ χωράφι τοῦ Θεοῦ, τὸ οἰκοδόμημα τοῦ Θεοῦ. Σύμφωνα μὲ τὸ εἰδικὸ χάρισμα ποὺ μοῦ ἔδωσε ὁ Θεός, ὡς ἔμπειρος ἀρχιμάστορας, ἔβαλα ἐγὼ τὸ θεμέλιο. ῎Αλλος τώρα χτίζει πάνω σ’ αὐτό. ῾Ο καθένας ὅμως ἂς προσέχει πῶς χτίζει.
Γιατὶ κανένας δὲν μπορεῖ νὰ βάλει ἄλλο θεμέλιο ἐκτὸς ἀπὸ αὐτὸ ποὺ ὑπάρχει καὶ ποὺ εἶναι ὁ ᾿Ιησοῦς Χριστός.
Τώρα, ἂν κάποιοι χτίζουν πάνω σ’ αὐτὸ τὸ θεμέλιο μὲ χρυσάφι ἢ ἀσήμι ἢ πολύτιμα πετράδια, μὲ ξυλεία, χορτάρι ἢ ἄχυρο, ἡ δουλειὰ τοῦ καθενὸς θὰ φανεῖ· θὰ τὴ φέρει στὸ φῶς ἡ ἡμέρα τῆς κρίσεως.
Γιατὶ ἡ ἡμέρα αὐτὴ θὰ φανερωθεῖ μὲ τρόπο πύρινο, καὶ ἡ ποιότητα τοῦ ἔργου καθενὸς θὰ δοκιμαστεῖ ἀπὸ τὴ φωτιά.
ΑΝ τὸ ἔργο ποὺ ἔχτισε κάποιος ἀντέξει, αὐτὸς θὰ λάβει μισθό· ἂν ὅμως τὸ ἔργο του καταστραφεῖ ἀπὸ τὴ φωτιά, αὐτὸς θὰ χάσει τὴν ἀμοιβή του· ὁ ἴδιος ὅμως θὰ σωθεῖ, ὅπως ἕνας ποὺ περνάει μέσα ἀπὸ τὶς φλόγες.
Δὲν ξέρετε πὼς εἶστε ναὸς τοῦ Θεοῦ κι ὅτι τὸ Πνεῦμα του κατοικεῖ ἀνάμεσά σας; ῍Αν κάποιος, λοιπόν, μὲ τὶς διαιρέσεις καταστρέφει τὸν ναὸ τοῦ Θεοῦ, αὐτὸν θὰ τὸν ἀφανίσει ὁ Θεός. Γιατὶ ὁ ναὸς τοῦ Θεοῦ εἶναι ἅγιος, κι ὁ ναὸς αὐτὸς εἶστε ἐσεῖς.