Προκείμενον ἦχος πλ.β’
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Στίχ. Πρὸς σέ, Κύριε,κεκράξομαι ὁ Θεὸς μου.
Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. (Β’Τιμ.Δ’5-8)
Tέκνον Τιμόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Ἀπόδοση στη νεοελληνική:
Τέκνον Τιμόθεε, νὰ εἶσαι σώφρων εἰς ὅλα, κακοπάθησε, κάμε ἔργον εὐαγγελισμοῦ, τὴν ὑπηρεσίαν σου κάνε εἰς τὴν ἐντέλειαν. Ἐγὼ εἶμαι ἔτοιμος νὰ χύσω τὸ αἷμά μου σὰν σπονδὴν καὶ ὁ καιρὸς τῆς ἀναχωρήσεώς μου ἔφθασε.
Τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσθηκα, τὸν δρόμον ἐτελείωσα, τὴν πίστιν ἐτήρησα καὶ τώρα πλέον μοῦ ἀπομένει τὸ στεφάνι τῆς δικαιοσύνης, τὸ ὁποῖον θὰ μοῦ δώσῃ ὁ Κύριος κατ’ ἐκείνην τὴν Ἡμέραν, ὁ δίκαιος κριτής, ὄχι μόνον δὲ εἰς ἐμὲ ἀλλὰ καὶ εἰς ὅλους ποὺ θὰ ἔχουν ἀγαπήσει τὴν ἐμφάνισίν του.