Κόλπους Πατρὸς τυποῦσι τοῦ σοῦ, Χριστέ μου,
Τοῦ Συμεὼν αἱ χεῖρες, αἱ φέρουσί σε.
Δέξατο δευτερίῃ Χριστὸν Συμεὼν παρὰ Νηῷ.
Τὸ γεγονὸς αὐτὸ ἐξιστορεῖ ὁ εὐαγγελιστὴς Λουκᾶς στὸ κεφάλαιο Β’, στ. 22-35. Συνέβη σαράντα μέρες μετὰ τὴ γέννηση τοῦ Ἰησοῦ.
Σύμφωνα μὲ τὸ Μωσαϊκὸ νόμο, ἡ Παρθένος Μαρία, ἀφοῦ συμπλήρωσε τὸ χρόνο καθαρισμοῦ ἀπὸ τὸν τοκετό, πῆγε στὸ Ναὸ τῆς Ἱερουσαλὴμ μαζὶ μὲ τὸν Ἰωσήφ, γιὰ νὰ ἐκτελεσθεῖ ἡ τυπικὴ ἀφιέρωση τοῦ βρέφους στὸ Θεὸ κατὰ τὸ «πᾶν ἄρσεν διανοῖγον μήτραν (δηλαδὴ πρωτότοκο) ἅγιον τῷ Κυρίῳ κληθήσεται» καὶ γιὰ νὰ προσφέρουν θυσία, ποὺ ἀποτελοῦνταν ἀπὸ ἕνα ζευγάρι τρυγόνια ἢ δυὸ μικρὰ περιστέρια.
Κατὰ τὴ μετάβαση αὐτή, δέχθηκε τὸν Ἰησοῦ στὴν ἀγκαλιὰ του ὁ ὑπερήλικας Συμεὼν. Αὐτὸ τὸ γεγονὸς ἀποτελεῖ ἄλλη μιὰ ἀπόδειξη ὅτι ὁ Κύριος Ἰησοῦς Χριστὸς δὲν ᾖλθε νὰ καταργήσει τὸν Μωσαϊκὸ νόμο, ὅπως ἰσχυρίζονταν οἱ ὑποκριτὲς Φαρισαῖοι καὶ Γραμματεῖς, ἀλλὰ νὰ τὸν συμπληρώσει, νὰ τὸν τελειοποιήσει.
Ἀπολυτίκιον
Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἠμὶν καὶ τὴν Ἀνάστασιν.
Κοντάκιον
Ἦχος α’.
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἠμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖςοὖς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Ὁ Οἶκος
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὃν περ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.
Μεγαλυνάριον
Σήμερον ἡ Πάναγνος Μαριάμ, τῷ Ναῷ προσάγει, ὥσπερ βρέφος τὸν Ποιητήν, ὃν ἐν ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος, Θεὸν αὐτὸν κηρύττει, κἂν σάρκα εἴληφε.