Προσευχή στον Κύριο - Αγίου Ευστρατίου.

Μεγαλύνων μεγαλύνω σε, Κύριε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἀλλ’ ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου.
 
Καὶ νῦν, Δέσποτα, σκεπασάτω με ἡ χείρ σου καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου καὶ κατώδυνός ἐστιν ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν ἐκ τοῦ ἀθλίου μου καὶ ῥυπαροῦ σώματος τούτου, μὴ ποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου βουλὴ συναντήσῃ καὶ παρεμποδίσῃ αὐτήν, διὰ τὰς ἐν ἀγνοίᾳ καὶ γνώσει ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας.
 
Ἵλεως γενοῦ μοι, Δέσποτα, καὶ μὴ ἰδέτω ἡ ψυχή μου τὴν ζοφερὰν καὶ σκοτεινὴν ὄψιν τῶν πονηρῶν δαιμόνων, ἀλλὰ παραλαβέτωσαν αὐτὴν Ἄγγελοί σου φαιδροὶ καὶ φωτεινοί.
 
Δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τῇ σῇ δυνάμει ἀνάγαγέ με εἰς τὸ θεῖόν σου βῆμα. Ἐν τῷ κρίνεσθαί με μὴ καταλάβοι με ἡ χείρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου εἰς τὸ κατασπάσαι με τὸν ἁμαρτωλὸν εἰς βυθὸν ᾋδου, ἀλλὰ παράστηθί μοι, καὶ γενοῦ μοι σωτὴρ καὶ ἀντιλήπτωρ.

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

εισάγετε το σχόλιό σας!
παρακαλώ εισάγετε το όνομά σας εδώ